Πέμπτη 25 Ιανουαρίου 2018

Πρὸς εἰρήνης ἀπόκτησιν



Θερμὸς ὁ ζῆλος, πρᾶον τὸ Πνεῦμα, φιλάνθρωπον ἡ ἀγάπη, μᾶλλον δ᾿ αὐτοφιλανθρωπία·
μακρόθυμον ἡ ἐλπίς.
Ὁ ζῆλος ἀνάπτει, τὸ Πνεῦμα πραΰνει, ἡ ἐλπὶς ἀναμένει, ἡ ἀγάπη συνδεῖ, καὶ οὐκ ἐᾷ σκεδασθῆναι τὸ ἐν ἡμῖν καλὸν, καὶ εἰ σκεδαστῆς ἐσμεν φύσεως, καὶ τριῶν ἑν, ἢ οὖσα μένει, ἢ κινηθεῖσα καθίσταται, ἢ ἀπελθοῦσα ἐπάνεισι·
καθάπερ τῶν φυτῶν ἃ βίᾳ χερσὶ μετασπώμενα, εἶτ᾿ ἀφιέμενα, πρὸς ἑαυτὰ πάλιν ἐπανατρέχει καὶ τὴν πρώτην ἑαυτῶν φύσιν, καὶ δείκνυσι τὸ οἰκεῖον, βίᾳ μὲν ἀποκλινόμενα, οὐ βίᾳ δὲ ἀνορθούμενα.
Φύσει μὲν γὰρ πρόχειρον ἡ κακία, καὶ πολὺς ἐπὶ τὸ χεῖρον ὁ δρόμος, ῥοῦς κατὰ πρανοῦς τρέχων, ἢ καλάμη τις πρὸς σπινθῆρα καὶ ἄνεμον ῥᾳδίως ἐξαπτομένη, καὶ γινομένη φλὸξ, καὶ συνδαπανωμένη τῷ οἰκείῳ γεννήματι.
Πῦρ γὰρ ὕλης γέννημα, καὶ δαπανᾷ τὴν ὕλην, ὡς τοὺς κακοὺς ἡ κακία, καὶ τῇ τροφῇ συναπέρχεται.
Εἰ δέ τις ἐν ἕξει καλοῦ τινος γένοιτο, καὶ ἀπ᾿ αὐτοῦ ποιωθείη, τὸ μεταπεσεῖν ἐργωδέστερον, ἢ γενέσθαι ἀπ᾿ ἀρχῆς ἀγαθόν.
Ἐπειδὴ καὶ χρόνῳ καὶ λόγῳ βεβαιωθὲν ἅπαν καλὸν, φύσις καθίσταται, καθάπερ καὶ ἡ ἐν ἡμῖν ἀγάπη, μεθ᾿ ἧς λατρεύομεν τῇ ὄντως ἀγάπῃ, καὶ ἣν ἠγαπήσαμεν, καὶ παντὸς τοῦ βίου προεστησάμεθα.




Ποῦ τοίνυν οἱ τὰ ἡμέτερα τηροῦντες ἐπιμελῶς, εὖ τε καὶ ὡς ἑτέρως ἔχοντα, οὐχ ἵνα κρίνωσιν, ἀλλ᾿ ἵνα κακίσωσιν·
οὐδ᾿ ἵνα συνησθῶσιν, ἀλλ᾿ ἵν᾿ ἐφησθῶσι, καὶ τὰ μὲν καλὰ συκοφαντήσωσι, τὰ δὲ φαῦλα ἐκτραγῳδήσωσι, καὶ ἀπολογίαν ἔχωσι τῶν οἰκείων κακῶν, τὰ τῶν πλησίον τραύματα;
εἴθε δικαίως κρίνοντες! 
Ἦν γὰρ ἄν τι καὶ χολῆς ὄφελος, κατὰ τὴν παροιμίαν, εἰ φόβῳ τῶν ἐχθρῶν ὑπῆρχεν εἶναι ἀσφαλεστέρους·
νῦν δὲ μετὰ τῆς ἔχθρας, καὶ τῆς ἐπισκοτούσης τοῖς λογισμοῖς κακίας, ὑφ᾿ ἧς οὐδὲ ὁ ψόγος ἔχει τὸ ἀξιόπιστον.
Ποῦ τοίνυν οἱ μισοῦντες ἐπίσης καὶ θεότητα καὶ ἡμᾶς;
τοῦτο γὰρ ὧν πάσχομεν τὸ μεγαλοπρεπέστατον, ὅτι μετὰ Θεοῦ κινδυνεύομεν.
Ποῦ ποτε ἡμῖν οἱ τῶν ἰδίων πρᾶοι κριταὶ, τῶν δὲ ἀλλοτρίων ἀκριβεῖς ἐξετασταὶ, ἵνα κἀνταῦθα ψεύδωνται τὴν ἀλήθειαν;
Ποῦ ποτε ἡμῖν οἱ τὰ τραύματα ἔχοντες, καὶ τοὺς μώλωπας ὀνειδίζοντες;
οἱ τὰ προςκόμματα διασύροντες, καὶ τὰ πτώματα αὐτοὶ πάσχοντες;
οἱ τῷ βορβόρῳ ἐγκαλινδούμενοι, καὶ τοῖς σπίλοις ἡμῶν ἐπευφραινόμενοι;
οἱ ταῖς δοκοῖς τυφλώττοντες, καὶ τὰ κάρφη προφέροντες, ἃ μήτε λυπεῖ λίαν ἐγκείμενα, μήτε χαλεπὸν ἀποσκευασθῆναι καὶ ἀποφυσηθῆναι τῆς ὄψεως;




Δεῦρο μετάσχετε τῶν ἀποῤῥήτων τῶν ἡμετέρων·
καλοῦμεν ὑμᾶς εἰς τὸ συνέδριον, καὶ μισούμενοι·
χρώμεθα διαιτηταῖς τοῖς ἐχθροῖς, (ὢ τῆς αὐθαδείας, ἢ τῆς παῤῥησίας) ἵν᾿ ἀπέλθητε ᾐσχυμμένοι καὶ ἡττημένοι, (τί τούτων παραδοξότερον;) μαθόντες ἡμῶν τὴν ὑγίειαν ἐξ ὧν ἠῤῥωστήσαμεν.
Οὐ γὰρ περὶ θεότητος διηνέχθημεν, ἀλλ᾿ ὑπὲρ εὐταξίας ἠγωνισάμεθα·
οὐδ᾿ ὁποτέραν δεῖ τῶν ἀσεβειῶν ἑλέσθαι μᾶλλον ἠμφισβητήσαμεν, εἴτε τὴν συναιροῦσαν Θεὸν, ἢ τὴν τέμνουσαν, εἴτε τὸ Πνεῦμα μόνον ἀπὸ τῆς θεικῆς οὐσίας, εἴτε καὶ τὸν Υἱὸν πρὸς τῷ Πνεύματι, τὴν μίαν μοῖραν, ἢ τὰς δύο τῆς ἀσεβείας.
Ταῦτα γὰρ, ὡς ἐν κεφαλαίῳ περιλαβεῖν, τὰ νῦν ἀῤῥωστήματα·
ἐπειδὴ ἀναβάσεις ἐν τῇ καρδίᾳ τίθενται, οὐχ ὁμολογίας, ἀλλ᾿ ἀρνήσεως·
οὐδὲ θεολογίας, ἀλλὰ βλασφημίας.
Ἄλλος γὰρ ἄλλου φιλοτιμότερος ἐν τῷ πλούτῳ τῆς ἀσεβείας, ὥσπερ δεδοικότες, οὐ τὸ ἀσεβεῖν, ἀλλὰ τὸ μέτρια καὶ ἑτέρων φιλανθρωπότερα.




Ἡμεῖς δ᾿ οὐχ οὕτως.
Ἀλλ᾿ ὑπὲρ μὲν θεότητος συμφρονοῦμέν τε καὶ συμβαίνομεν, οὐχ ἧττον ἢ πρὸς ἑαυτὴν ἡ θεότης, εἰ μὴ μέγα τοῦτο εἰπεῖν, καὶ γεγόναμεν χεῖλος ἑν καὶ φωνὴ μία, ἐναντίως ἢ οἱ τὸν πύργον οἰκοδομοῦντες τὸ πρότερον.
Οἱ μὲν γὰρ ἐπὶ κακῷ συνεφρόνουν·
ἡμῖν δὲ ἐπὶ παντὶ βελτίστῳ τὰ τῆς ὁμονοίας, ἵν᾿ ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, καὶ τοῦτο λέγηται περὶ ἡμῶν, ὅτι ὄντως ὁ Θεὸς ἐν ἡμῖν ἐστιν, ὁ τοὺς ἑνοῦντας αὐτὸν ἑνῶν, καὶ δοξάζων τοὺς δοξάζοντας·
καὶ μὴ λέγηται μόνον, ἀλλὰ καὶ πιστεύηται.
Ἄλλα δέ ἐστιν ὑπὲρ ὧν διηνέχθημεν·
κακῶς μὲν καὶ περὶ τούτων, οὐ γὰρ ἀρνήσομαι (ἐχρῆν γὰρ μηδεμίαν διδόναι τῷ πονηρῷ πάροδον ἢ λαβὴν, μηδὲ ταῖς πονηραῖς γλώσσαις ἐλευθερίαν), πλὴν οὐ τοσοῦτον, ὅσον δοκεῖ τοῖς τὰ ἡμέτερα διαβάλλουσιν.
Ἐπειδὴ γὰρ ἔδει τι καὶ ἁμαρτάνειν, ὄντας ἀνθρώπους, τοῦτό ἐστιν ὃ ἐπταίσαμεν, λίαν φιλοποίμενες γεγόναμεν, καὶ οὐκ ἔχομεν εὑρεῖν ἀγαθῶν δύο τὸ αἱρετώτερον, ἕως συνέβημεν ἀμφότερα ἐπίσης θαυμάζειν.
Τοῦτο ἡμῶν τὸ ἔγκλημα·
περὶ τούτων ἡμᾶς ὁ βουλόμενος εὐθυνέτω ἢ ἀφιέτω·
τοῦτο τῶν αἱρετικῶν ἡ ἀσφάλεια·
ὑπὲρ δὲ τοῦτο οὐδὲν, οὐδ᾿ ἂν σφόδρα βούλησθε.
Μυῖαι σαπριοῦσιν ἔλαιον, φησὶν ὁ εἰπὼν, ἐννεκρούμεναί τε καὶ ἐνσηπόμεναι·
τὰ δὲ καλὰ ὁ φθόνος βουλήσεται μὲν, οὐ δυνήσεται δέ.
Πάντων γὰρ ἰσχυρότατον, ὡς τῷ Ἔσδρᾳ κἀμοὶ δοκεῖ, ἡ ἀλήθεια.




Τὰ μὲν οὖν ἡμέτερα ἡμεῖς ἐν ἡμῖν αὐτοῖς καὶ διαλελύμεθα, καὶ διαλυσόμεθα.
Οὐ γὰρ οἷον τε παῖδας πατράσι δικάσαι κακῶς, καὶ ἅμα τῆς κοινῆς Τριάδος μεσιτευούσης, ὑπὲρ ἧς πολεμούμεθα, καὶ δι᾿ ἣν οὐ πολεμήσομεν.
Ἐγὼ τῆς εἰρήνης ἐγγυητὴς, ὁ μικρὸς τοῦ τοσαύτου πράγματος, ἐπειδὴ ταπεινοῖς δίδωσι χάριν ὁ Κύριος, ταπεινοῖ δ᾿ ὑψηλοὺς ἕως γῆς.
Ὑμῖν δὲ τί τοῦτο τοῖς κοινοῖς ἡμῶν διαλλακταῖς;
διαλλακταὶ γάρ ἐστε, καὶ ἀκουσίως τοῦτο χαρίζεσθε.
Οὐ γὰρ ὑμεῖς εὐσεβεῖς, εἰ κακοὶ περί τι μικρὸν ἢ μεῖζον ἡμεῖς·
ἀλλ᾿ ἡμεῖς μὲν οὐκ ἐπαινετοὶ τῆς κακίας, εἴπερ τι πταίομεν, ὑμεῖς δὲ οὐδὲν ἧττον ἀσεβεῖς, κἂν ἡμεῖς ἁμαρτάνωμεν, εἰ μὴ καὶ μᾶλλον, ὅσῳ καὶ πταιόντων ἐστὲ βαρύτεροι.
Καὶ ἵν᾿ εἰδῆτε τὰ πάντα συμφρονοῦντας ἡμᾶς, καὶ διὰ τούτων ὅτι καὶ ἀεὶ συμφρονήσομεν μάθητε, πέπεικε μὲν, ὡς οἶμαι, καὶ τὸ ὁρώμενον, πατὴρ εὐγνώμων, καὶ παῖς εὐπειθὴς, ἀλλήλοις συγκαθεζόμενοι καὶ συμπρέποντες·
καὶ εἴ τι ζώπυρον ἐν ὑμῖν ὑπῆρχεν εὐνοίας τε καὶ συμπνοίας, τοῦτο ἀνάψαντες, πειθέτω δὲ καὶ ὁ λόγος.
Τοῦ μὲν οὖν ἀκηκόατε, καὶ τὸ θαῦμα ἔνηχον ἔτι ταῖς ἐμαῖς ἀκοαῖς·
καὶ οἶδ᾿, ὅτι μεῖζον ἐν ὑμῖν τοῦ εἰς τὸν ἀέρα χεθέντος, τὸ ἐν ταῖς ψυχαῖς ἀποκείμενον·
ἡμῶν δὲ ἀκούσεσθε πάλιν, εἰ πάλιν ποθεῖτε·
καὶ εἰ μή τῳ πρὸς ἀπόδειξιν ἱκανὰ τὰ δημοσιευθέντα πολλάκις, καὶ οἱ πειρασμοὶ, καὶ οἱ λιθασμοὶ, οὕς τε ἤδη πεπόνθαμεν, καὶ οἷς ηὐτρεπίσμεθα, οὐ τὸ παθεῖν ζημίαν, τὸ δὲ μὴ παθεῖν κρίνοντες·
καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τῶν ὑπὲρ Χριστοῦ κινδύνων γεγεύσμεθα, ὧν καὶ καρπὸν ἄριστον ἠνεγκάμεθα, τὴν τοῦ λαοῦ τοῦδε συναύξησιν.




Τί οὖν βούλεσθε;
Πέπεισθε τοῦτο, καὶ οὐδὲν δεῖ πραγμάτων ἡμῖν, οὐδὲ θεολογίας δευτέρας, καὶ φείδεσθε τῆς ἐμῆς ἀσθενείας, ὑφ᾿ ἧς ὑμῖν καὶ ταῦτα μόλις φθέγγομαι;
ἢ δεῖ, καθάπερ ταῖς βαρείαις τῶν ἀκοῶν, πολλάκις τὸν αὐτὸν ἐνηχεῖν λόγον, ἵνα τῷ ἐπιμόνῳ γοῦν τῆς φωνῆς, εἰς ὦτα λαλήσωμεν ἀκουόντων;
δοκεῖτέ μοι τὸν λόγον προκαλεῖσθαι διὰ τῆς ἡσυχίας.
Καὶ γὰρ τὴν σιωπὴν συγκατάθεσιν εἶναι, διδάσκει καὶ ἡ παροιμία.
Οὐκοῦν δέξασθε λόγον ἀμφοτέρων, ἐκ μιᾶς ψυχῆς καὶ ἑνὸς στόματος.
Ἄχθομαι δὲ, ὅτι μὴ ἐπί τι ὄρος τῶν ὑψηλῶν ἀνελθὼν, μηδὲ φωνὴν λαβὼν τῆς ἐπιθυμίας ἀξίαν, πᾶσιν ὁμοῦ τοῖς φρονοῦσι κακῶς ταῦτα φθέγγομαι, ὥσπερ ἐν κοινῷ θεάτρῳ τῇ οἰκουμένῃ·
Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;
Ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος, οὐ μίαν, οὐδ᾿ ἁπλὴν θεότητος φύσιν εἰσάγοντες, ἀλλ᾿ ἤτοι τρεῖς ἀπεξενωμένας ἀλλήλων καὶ διεσπασμένας, οὐ θαυμαστὸν δὲ εἰπεῖν, καὶ μαχομένας ὑπερβολαῖς καὶ ἐλλείψεσιν·
ἢ μίαν μὲν, μικροπρεπῆ δέ τινα καὶ στενὴν, οὐκ ἔχουσαν τὸ μεγάλων εἶναι ἀρχὴν, ὥσπερ οὐ δυνηθεῖσαν, ἢ οὐ θελήσασαν·
καὶ τοῦτο διχῶς, ἢ διὰ φθόνον, ἢ διὰ φόβον·
τὸ μὲν, ἵνα μή τι ὁμότιμον συνεισάγηται, τὸ δὲ, ἵνα μὴ ἐχθρὸν καὶ μαχόμενον;
Καίτοι ὅσῳ τιμιώτερον Θεὸς κτισμάτων, τοσούτῳ μεγαλοπρεπέστερον τῇ πρώτῃ αἰτίᾳ, θεότητος εἶναι ἀρχὴν, ἢ κτισμάτων·
καὶ διὰ θεότητος μέσης ἐλθεῖν ἐπὶ τὰ κτίσματα, ἢ τοὐναντίον, τούτων ἕνεκεν ὑποστῆναι θεότητα, ὃ δοκεῖ τοῖς λίαν ἐξεταστικοῖς τε καὶ μετεώροις.




Εἰ μὲν γὰρ ἐμέλλομεν, Υἱοῦ καὶ Πνεύματος τὴν ἀξίαν ὁμολογοῦντες, ἢ ἄναρχα ταῦτα εἰσάγειν, ἢ εἰς ἑτέραν ἀρχὴν ἀνάγειν, δέος ἂν ἦν ὄντως μὴ ἀτιμασθῇ Θεὸς, ἢ κινδυνεύσῃ παρ᾿ ἡμῶν τὸ ἀντίθεον.
Εἰ δὲ ὅσον ἂν ἐξαίρῃς τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα, οὐχ ὑπὲρ τὸν Πατέρα θήσεις, οὐδὲ τῆς αἰτίας ἀποξενώσεις, ἀλλ᾿ ἐκεῖσε ἀνάγεις τὸ καλὸν γέννημα, καὶ τὴν θαυμασίαν πρόοδον·
προσερήσομαί σε ὀλίγον, φιλαγέννητε σὺ καὶ φιλάναρχε, πότερος Θεὸς ἀτιμάζει μᾶλλον, ὁ τοιούτων τιθεὶς ἀρχὴν, οἵων αὐτὸς εἰςάγεις, ἢ ὁ μὴ τοιούτων, ἀλλ᾿ ὁμοίων τὴν φύσιν, καὶ ὁμοδόξων, καὶ οἵων ὁ ἡμέτερος βούλεται λόγος;
Ἀλλὰ σοὶ μὲν εἰς τιμὴν μέγα καὶ μέγιστον ὁ σὸς υἱὸς, καὶ τοσούτῳ μᾶλλον, ὅσῳπερ ἂν τὰ πάντα πατρῴζῃ, καὶ χαρακτὴρ ᾖ γνήσιος τοῦ γεννήσαντος, καὶ οὐκ ἂν δέξαιο μυρίων ἀνδραπόδων εἶναι μᾶλλον δεσπότης, ἢ ἑνὸς γεννήτωρ παιδός·
τῷ Θεῷ δὲ ἄλλο τι μεῖζον, ἢ Υἱοῦ τυγχάνειν Πατέρα, ὃ προσθήκη δόξης ἐστὶν, οὐχ ὑφαίρεσις, ὡς δὲ καὶ προβολέα Πνεύματος;
Ἢ ἀγνοεῖς, ὅτι σὺ μὲν κτισμάτων τιθεὶς ἀρχὴν, λέγω δὴ Υἱοῦ καὶ Πνεύματος, οὔτε τὴν ἀρχὴν τιμᾷς, καὶ ἀτιμάζεις τὰ ἐξ αὐτῆς;
Τὴν μὲν, ὅτι μικρῶν εἰςάγεις ἀρχὴν, καὶ ἀναξίων θεότητος·
τὰ δὲ, ὅτι μικρὰ, καὶ μὴ κτίσματα μόνον, ἀλλὰ καὶ πάντων κτισμάτων ποιεῖς ἀτιμότερα·
εἴ γε τούτων ἕνεκεν ὑπέστη, καὶ ποτὲ, ὥσπερ ὄργανα τεχνίτῃ πρὸ τῶν τεχνιτῶν πρότερον οὐκ ὄντα, οὐδ᾿ ἂν ἄλλως γενόμενα, εἰ μή τι κτίσαι δι᾿ αὐτῶν ἐβουλήθη Θεὸς, ὡς οὐκ ἀρκοῦντος τοῦ βούλεσθαι.
Πᾶν γὰρ ὅ τινος ἕνεκεν, ἀτιμότερον ἐκείνου δι᾿ ὃ γεγένηται.




Ἐγὼ δὲ θεότητος ἀρχὴν εἰσάγων ἄχρονον, καὶ ἀχώριστον, καὶ ἀόριστον, τήν τε ἀρχὴν τιμῶ, καὶ τὰ ἐκ τῆς ἀρχῆς ἐπίσης·
τὴν μὲν, ὅτι τοιούτων ἀρχή·
τὰ δὲ, ὅτι οὕτως καὶ τοιαῦτα, καὶ ἐκ τοιούτου, μήτε τῷ ποτὲ, μήτε τῇ φύσει, μήτε τῷ σεπτῷ διειργόμενα·
ἑν ὄντα διῃρημένως, καὶ διαιρούμενα συνημμένως, εἰ καὶ παράδοξον τοῦτο εἰπεῖν·
οὐχ ἧττον ἐπαινετὰ τῆς πρὸς ἄλληλα σχέσεως, ἢ καθ᾿ ἑαυτὸ ἕκαστον νοούμενόν τε καὶ λαμβανόμενον.
Τριάδα τελείαν ἐκ τελείων τριῶν, μονάδος μὲν κινηθείσης διὰ τὸ πλούσιον, δυάδος δὲ ὑπερβαθείσης (ὑπὲρ γὰρ τὴν ὕλην καὶ τὸ εἶδος), ἐξ ὧν τὰ σώματα, Τριάδος δὲ ὁρισθείσης διὰ τὸ τέλειον, πρώτη γὰρ ὑπερβαίνει δυάδος σύνθεσιν, ἵνα μήτε στενὴ μένῃ ἡ θεότης, μήτε εἰς ἄπειρον χέηται.
Τὸ μὲν γὰρ ἀφιλότιμον, τὸ δὲ ἄτακτον·
καὶ τὸ μὲν Ἰουδαικὸν παντελῶς, τὸ δὲ Ἑλληνικὸν καὶ πολύθεον.




Σκοπῶ δὲ κἀκεῖνο, καὶ ἴσως οὐκ ἀπαιδεύτως, οὐδὲ ἀμαθῶς, ἀλλὰ καὶ λίαν ἐπεσκεμμένως, ὅτι σοὶ μὲν κίνδυνος οὐδὲ εἷς γεννητὸν εἰσάγοντι τὸν Υἱόν.
Οὐ γὰρ μὴ πάθῃ τι γεννῶν ὁ ἀγέννητος τῶν σωματικῶν τε καὶ ὑλικῶν, ὅτι μηδὲ σῶμα, καὶ τοῦτο αἱ κοιναὶ περὶ Θεοῦ παραχωροῦσιν ὑπολήψεις.
Ὥστε τί φοβούμεθα φόβον οὗ μὴ ἔστι φόβος, καὶ ἀσεβοῦμεν διακενῆς, ὃ δὴ λέγεται;
Ἐμοὶ δὲ κίνδυνος ζημιωθῆναι θεότητα, εἰ τὸ κτίσμα παραδεχοίμην.
Οὐ γὰρ Θεὸς τὸ κτιζόμενον, οὐδὲ δεσποτικὸν τὸ ὁμόδουλον, κἂν τὰ πρῶτα φέρηται δουλείας καὶ κτίσεως, καὶ τοῦτο μόνον φιλανθρωπεύηται ὑβριζόμενον.
Ὁ γὰρ τῆς ὀφειλομένης ἀποστερῶν τιμῆς, οὐ μᾶλλον τιμᾷ τῷ διδομένῳ, ἢ ἀτιμάζει τῷ ἀφαιρουμένῳ, κἂν προσποίησιν ἔχῃ τιμῆς τὸ γινόμενον.




Καὶ εἴ σοι πλάττεται πάθη περὶ τὴν γέννησιν, κἀμοὶ περὶ τὴν κτίσιν·
οὐδὲ γὰρ τὸ κτιζόμενον ἀπαθῶς οἶδα κτιζόμενον.
Εἰ δὲ μὴ γεγέννηται κατὰ σὲ, μηδὲ ἔκτισαι κατὰ τὸν ἀληθῆ λόγον, δέξαι τοῦ λόγου σοι τὸ λειπόμενον, ὁ μικροῦ τὸ ἴσον λέγειν τολμῶν διὰ τῆς προσηγορίας τοῦ κτίσματος.
Σοὶ μὲν οὖν οὐδὲν ἀνεπιχείρητον, οὐδὲ ἀτόλμητον τῷ κακῷ βραβευτῇ καὶ διαιτητῇ τῆς θεότητος·
οὐ γὰρ εἶχες ἄλλως εὐδοκιμεῖν, ἢ μακρὰν ἐκβάλλων Θεὸν δεσποτείας, ὥσπερ ἐνταῦθα οἱ τυραννικοὶ τὸν τρόπον, καὶ πλεονεκτικοὶ τοὺς ἀσθενεστέρους.
Ἐγὼ δὲ μίαν φωνὴν, τὴν αὐτὴν καὶ σύντομον φθέγξομαι.
Τριὰς ὡς ἀληθῶς ἡ Τριὰς, ἀδελφοί.
Τριὰς δὲ, οὐ πραγμάτων ἀνίσων ἀπαρίθμησις (ἢ τί κωλύει, καὶ δεκάδα, καὶ ἑκατοντάδα, καὶ μυριάδα ὀνομάζειν μετὰ τοσούτων συντιθεμένην;
πολλὰ γὰρ τὰ ἀριθμούμενα, καὶ πλείω τούτων), ἀλλ᾿ ἴσων καὶ ὁμοτίμων σύλληψις, ἑνούσης τῆς προσηγορίας τὰ ἡνωμένα ἐκ φύσεως, καὶ οὐκ ἐώσης σκεδασθῆναι ἀριθμῷ λυομένῳ τὰ μὴ λυόμενα.




Οὕτω φρονοῦμεν, καὶ οὕτως ἔχομεν, ὥστε ὅπως μὲν ἔχει ταῦτα πρὸς ἄλληλα σχέσεώς τε καὶ τάξεως, αὐτῇ μόνῃ τῇ Τριάδι συγχωρεῖν εἰδέναι, καὶ οἷς ἂν ἡ Τριὰς ἀποκαλύψῃ κεκαθαρμένοις, ἢ νῦν, ἢ ὕστερον·
αὐτοὶ δὲ μίαν καὶ τὴν αὐτὴν εἰδέναι φύσιν θεότητος, ἀνάρχῳ, καὶ γεννήσει, καὶ προόδῳ γνωριζομένην, ὡς νῷ τῷ ἐν ἡμῖν, καὶ λόγῳ, καὶ πνεύματι (ὅσον εἰκάσαι τοῖς αἰσθητοῖς τὰ νοητὰ, καὶ τοῖς μικροῖς τὰ μέγιστα, ἐπειδὴ μηδεμία εἰκὼν φθάνει πρὸς τὴν ἀλήθειαν), αὐτὴν ἑαυτῇ συμβαίνουσαν, ἀεὶ τὴν αὐτὴν, ἀεὶ τελείαν, ἄποιον, ἄποσον, ἄχρονον, ἄκτιστον, ἀπερίληπτον, οὔποτε λείπουσαν ἑαυτῆς, οὔτε λείψουσαν·
ζωὰς καὶ ζωὴν, φῶτα καὶ φῶς, ἀγαθὰ καὶ ἀγαθὸν, δόξας καὶ δόξαν, ἀληθινὸν καὶ ἀλήθειαν, καὶ πνεῦμα τῆς ἀληθείας, ἅγια καὶ αὐτοαγιότητα·
Θεὸν ἕκαστον, ἂν θεωρῆται μόνον, τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα·
Θεὸν τὰ τρία, μετ᾿ ἀλλήλων νοούμενα τῷ ταυτῷ τῆς κινήσεως καὶ τῆς φύσεως·
οὔτε ὑπὲρ ἑαυτήν τι καταλιποῦσαν, ἢ ὑπερβᾶσαν ἄλλο τι·
οὐ γὰρ ἦν·
οὔτε μεθ᾿ ἑαυτήν τι καταλείψουσαν, ἢ ὑπερβησομένην·
οὐκ ἔσται γάρ·
οὔτε μεθ᾿ ἑαυτῆς τι παραδεχομένην ὁμότιμον·
οὐ γὰρ ἐφικνεῖταί τι τῶν κτιστῶν, καὶ δούλων, καὶ μετεχόντων, καὶ περιγραπτῶν τῆς ἀκτίστου, καὶ δεσποτικῆς, καὶ μεταληπτικῆς, καὶ ἀπείρου φύσεως.
Τὰ μὲν γὰρ πάντη πόῤῥω, τὰ δὲ ποσῶς πλησιάζοντα καὶ πλησιάσοντα·
καὶ τοῦτο οὐ φύσει, ἀλλὰ μεταλήψει, καὶ πηνίκα, ὅταν τὸ δουλεῦσαι καλῶς τῇ Τριάδι, ὑπὲρ τὴν δουλείαν γένηται·
εἴπερ μὴ καὶ τοῦτο αὐτὸ ἡ ἐλευθερία καὶ ἡ βασιλεία, τὸ γνῶναι καλῶς δεσποτείαν, ἀλλὰ μὴ φύρειν τὰ διεστῶτα, νοῦ ταπεινότητι.
Οἷς δὲ τὸ δουλεῦσαι τοσοῦτον, πηλίκη τούτων ἡ δεσποτεία;
καὶ εἰ τὸ γνῶναι μακαριότης, πηλίκον τὸ γινωσκόμενον;




Τοῦτο ἡμῖν τὸ μέγα μυστήριον βούλεται·
τοῦτο, ἡ εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, καὶ τὸ κοινὸν ὄνομα, πίστις καὶ ἀναγέννησις, ἄρνησις ἀθεΐας καὶ ὁμολογία θεότητος.
Τοῦτο γὰρ τὸ κοινὸν ὄνομα.
Ὥστε τὸ ἀτιμάζειν τι τῶν τριῶν ἢ χωρίζειν, ἀτιμάζειν ἐστὶ τὴν ὁμολογίαν, τὸ μὲν τὴν ἀναγέννησιν, τὸ δὲ τὴν θεότητα·
τὸ μὲν τὴν θέωσιν, τὸ δὲ τὴν ἐλπίδα.
Ὁρᾶτε οἷα χαρίζεται ἡμῖν τὸ Πνεῦμα θεολογούμενον, καὶ οἷς ζημιοῖ ἀθετούμενον.
Ἐῶ γὰρ λέγειν τὸν φόβον, καὶ τὴν ἠπειλημένην ὀργὴν, οὐ τοῖς τιμῶσιν, ἀλλὰ τοῖς ἀτιμάζουσιν.
Ταῦτα ὡς ἐν βραχέσι πεφιλοσόφηται πρὸς ὑμᾶς δογματικῶς, ἀλλ᾿ οὐκ ἀντιλογικῶς·
ἁλιευτικῶς, ἀλλ᾿ οὐκ Ἀριστοτελικῶς·
πνευματικῶς, ἀλλ᾿ οὐ κακοπραγμονικῶς·
ἐκκλησιαστικῶς, ἀλλ᾿ οὐκ ἀγοραίως·
ὠφελίμως, ἀλλ᾿ οὐκ ἐπιδεικτικῶς·
ἵνα γνῶτε τὸ αὐτὸ φρονοῦντας ἡμᾶς, οἱ καθ᾿ ἡμῶν δημηγοροῦντες, καὶ πανηγυρίζοντες, καὶ τοῦτο μόνον ὁμονοοῦντες, ἑν ἐμπνεομένους, ἑν πνέοντας·
καὶ μὴ, καθάπερ οἱ λιμώττοντες, σπερμολογῆτε τὰ μικρὰ ἡμῶν, εἴτε πταίσματα χρὴ λέγειν, εἴτε καὶ παίγνια·
ὡς ἔστι τῆς ἄκρας κακοδαιμονίας, μὴ ἐν τοῖς ἰδίοις ἰσχυροῖς τὸ ἀσφαλὲς ἔχειν, ἀλλ᾿ ἐν τοῖς ἑτέρων σαθροῖς.




Ἰδοὺ δεξιὰς δίδομεν ἀλλήλοις ἐν ταῖς ὑμετέραις ὄψεσιν.
Ἰδοὺ τῆς Τριάδος τὰ ἔργα, τῆς ὁμοίως ἡμῖν δοξαζομένης τε καὶ προσκυνουμένης.
Τοῦτο ὑμᾶς χρηστοτέρους ποιήσει καὶ ὀρθοδοξοτέρους.
Ὡς ὄφελόν γε καὶ ἀκουσθείημεν, καὶ γένοιτο τὴν ἡμέραν ταύτην, ἡμέραν γενέσθαι κλητὴν, ἁγίαν, μὴ ἀντιλογίας, ἀλλ᾿ εὐρυχωρίας·
μὴ πειρασμοῦ μνημόσυνον, ἀλλ᾿ ἑορτὴν ἐπινίκιον·
ἵνα τὸ ἡμᾶς συμφρονεῖν ἀλλήλοις, καὶ μικροῦ πᾶσαν τὴν οἰκουμένην, ἧς τὰ μὲν ὑγιῶς εἶχε, τὰ δὲ νῦν ἀπέλαβε τὴν ὑγίειαν, τὰ δὲ ὑγιαίνειν ἄρχεται, τοῦτο καὶ ὑμῖν αἴτιον γένηται σωτηρίας, καὶ ἀναπλάσεως.
Ὦ Τριὰς ἁγία, καὶ προσκυνητὴ, καὶ μακρόθυμε μακρόθυμος γὰρ ἡ ἐπὶ τοσοῦτον ἀνασχομένη τῶν σὲ τεμνόντων.
Ὦ Τριὰς, ἧς ἐγὼ κατηξιώθην, καὶ λάτρης εἶναι, καὶ κῆρυξ ἐκ πλείονος ἀνυπόκριτος! 
Ὦ Τριὰς ἡ πᾶσί ποτε γνωσθησομένη, τοῖς μὲν τῇ ἐλλάμψει, τοῖς δὲ τῇ κολάσει.
Δέχοιο καὶ τούτους προσκυνητὰς, τοὺς νῦν ὑβριστάς·
καὶ μηδένα ζημιωθείημεν, μηδὲν τῶν ἐλαχίστων, κἂν ἐμέ τι ζημιωθῆναι δέοι τῆς χάριτος·
οὐ γὰρ τολμῶ τοσοῦτον ὅσον ὁ Ἀπόστολος φθέγξασθαι.




Ἀλλ᾿ οὐ ταῦτα φίλα ὑμῖν;
σπαράσσεται δὲ ἡ γλῶσσα, καὶ ὠδίνει τὴν ἀντίῤῥησιν;
Ὀψόμεθα καὶ ταύτην ποτὲ, ἢ οἷς μᾶλλον ἡμῶν σχολὴ περίεστι·
γνωσόμεθα καὶ τὰ κομψὰ ὑμῶν γεννήματα, ἢ ἐξαμβλώματα, ἐπειδὰν τὰ ὠὰ τῶν ἀσπίδων ῥήξαντες ἢ συντρίψαντες λόγῳ σκληρῷ καὶ ἀντιτύπῳ, οὔρια καὶ ἀνεμιαῖα ταῦτα ἐλέγξωμεν, καὶ τὸν ἐν αὐτοῖς τῆς ἀσεβείας κρυπτόμενον βασιλίσκον εἰς μέσον ἀγάγωμεν·
εἰ καὶ βασιλίσκον, ἀλλὰ νεκρόν τε καὶ ἀτελῆ, καὶ ἀκίνητον, ταῖς ὠδῖσιν ἐναποθανόντα, καὶ πρὶν γεννηθῆναι οὐκ ὄντα, καθ᾿ ὑμᾶς εἰπεῖν, ἵνα τι μικρὸν ὑμῖν καὶ χαρίσωμαι·
οὐ μᾶλλον μισητὸν τῆς συλλήψεως, ἢ ἐλεεινὸν τῆς ἀμβλώσεως.
Τοῦτο δώσει ἡμῖν, οἶδ᾿ ὅτι, ὁ δοὺς ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνειν, καὶ περιπατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων·
ὃς καὶ συντρίψει τὸν Σατανᾶν ἐν τάχει ὑπὸ τοὺς πόδας ἡμῶν, εἴτε ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα διὰ τὴν παλαιὰν λαμπρότητα, εἴτε ὡς ὄφιν φεύγοντα διὰ τὴν ὕστερον σκολιότητα, καὶ τὴν εἰς τὸ χαμερπὲς μεταποίησιν, ἵνα μικρόν τι τῶν κακῶν ἀναπνεύσωμεν, ἀποδρασάσης παντελῶς ὀδύνης, καὶ λύπης, καὶ στεναγμοῦ, νῦν τε καὶ ὕστερον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 
Ἀμήν.

πηγή : orthodoxfathers.com

Περὶ ἡσυχίας




Ἡσυχίαν μὲν ἐν λόγοις ἐπιτήδευε, ἡσυχίαν δὲ ἐν ἔργοις, ὡσαύτως δὲ ἐν γέλωτι καὶ βαδίσματι·
σφοδρότητα δὲ ἀπόφευγε προπετῆ οὕτω γὰρ ὁ νοῦς διαμενεῖ βέβαιος, καὶ οὐχ ὑπὸ τῆς σφοδρότητος ταραχώδης γινόμενος ἀσθηνὴς ἔσται καὶ βραχὺς περὶ φρόνησιν καὶ σκοτεινὸν ὁρῶν, οὐδὲ ἡττηθήσεται μὲν γαστριμαργίας, 
ἡττηθήσεται δὲ ἐπιζέοντος θυμοῦ, 
ἡττηθήσεται δὲ τῶν ἄλλων παθῶν, 
ἕτοιμον αὐτοῖς ἅρπαγμα προκείμενος·
τὸν γὰρ δὴ νοῦν προσήκει τῶν παθῶν ἐπικρατεῖν ὑψηλὸν ἐφ' ἡσύχου θρόνου καθήμενον ἀφορῶντα πρὸς Θεόν.

Μηδὲ μὴν νωχελίας ἀνάπλεως ἔσο περὶ ἔργα, 
μηδὲ νωθὴς ἐν λόγοις, 
μηδὲ ἐν βαδίσμασιν ὄκνου πεπληρωμένος, 
ἵνα σοι ῥυθμὸς ἀγαθὸς τὴν ἡσυχίαν κοσμοίη καὶ θεοειδές τι καὶ ἱερὸν τὸ σχῆμα φαίνηται.

Φυλάττου δὲ καὶ τῆς ὑπερηφανίας τὰ σύμβολα, 
σχῆμα ὑψαυχενοῦν καὶ κεφαλὴν ἐξηρμένην καὶ βῆμα ποδῶν ἁβρὸν καὶ μετέωρον.

Ἤπιά σοι πρὸς τοὺς ἀπαντῶντας ἔστω τὰ ῥήματα καὶ προσηγορίαι γλυκεῖαι, 
αἰδὼς δὲ πρὸς γυναῖκας καὶ τὸ βλέμμα τετραμμένον εἰς γῆν.

Λάλει δὲ περιεσκεμμένως ἅπαντα καὶ τῇ φωνῇ τὸ χρήσιμον ἀποδίδου, τῇ χρείᾳ τῶν ἀκουόντων τὸ φθέγμα μετρῶν, 
ἄχρι δὴ καὶ ἐξάκουστον εἴη καὶ μήτε διαφεύγοι τὴν ἀκοὴν τῶν παρόντων ὑπὸ σμικρότητος, 
μήτε ὑπερβάλλοι μείζονι τῇ κραυγῇ.

Φυλάττου δὲ ὅπως μηδέν ποτε λαλήσῃς ὃ μὴ προεσκέψω καὶ προενόησας·
μηδὲ προχείρως καὶ μεταξὺ τῶν τοῦ ἑτέρου λόγων ὑπόβαλλε τοὺς σαυτοῦ·
δεῖ γὰρ ἀνὰ μέρος ἀκούειν τε καὶ διαλέγεσθαι χρόνῳ μερίζοντα λόγον καὶ σιωπήν·
μάνθανε δὲ ἀσμένως καὶ ἀφθόνως δίδασκε, 
μηδὲ ὑπὸ φθόνου ποτὲ σοφίαν ἀποκρύπτου πρὸς τοὺς ἑτέρους, 
μηδὲ μαθήσεως ἀφίστασο δι' αἰδῶ.

Ὕπεικε πρεσβυτέροις ἴσα πατράσι, τίμα θεράποντας Θεοῦ·
τοῖς δὲ νεωτέροις σαυτοῦ κάταρχε σοφίας καὶ ἀρετῆς.

Μηδὲ ἐριστικὸς ἔσο πρὸς τοὺς φίλους μηδὲ χλευαστὴς κατ' αὐτῶν καὶ γελωτοποιός, 
ψεῦδός τε καὶ δόλον καὶ ὕβριν ἰσχυρῶς παραιτοῦ·
σὺν εὐφημίᾳ δὲ φέρε καὶ τὸν ὑπερήφανον καὶ ὑβριστὴν πράως τε καὶ μεγαλοψύχως.

Ἀνηρτήσθω δέ σοι πάντα εἰς Θεὸν καὶ ἔργα·
καὶ λόγοι, καὶ πάντα ἀνάφερε Χριστῷ τὰ σαυτοῦ, 
καὶ πυκνῶς ἐπὶ Θεὸν τρέπε τὴν ψυχήν, 
καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ δυνάμει, 
ὥσπερ ἐν λιμένι τινὶ τῷ θείῳ φωτὶ τοῦ Σωτῆρος ἀναπαυόμενον ἀπὸ πάσης λαλιάς τε καὶ πράξεως.

Καὶ μεθ' ἡμέραν μὲν ἀνθρώποις κοινοῦ τὴν σεαυτοῦ φρόνησιν, 
Θεῷ δὲ πολλάκις μὲν ἐν ἡμέρᾳ ἐπὶ πλεῖστον δὲ ἐν νυκτί, 
μήτε μὴν ὕπνος ἐπικρατείτω πολὺς τῶν πρὸς Θεὸν εὐχῶν τε καὶ ὕμνων·
θανάτῳ γὰρ ὁ μακρὸς ὕπνος ἐφάμιλλος.

Πᾶσαν μὲν ἡμέραν ἀνθρώποις ἀγαθόν τι ποιῶν ἢ λέγων διατέλει·
μέτοχος δὲ ἀεὶ Χριστοῦ καθίστασο τὴν θείαν αὐγὴν καταλάμποντος ἐξ οὐρανοῦ, 
εὐφροσύνη τέ σοι διηνεκὴς καὶ ἄπαυστος ἔστω Χριστός.

Μηδὲ λῦε τὸν τῆς ψυχῆς τόνον ἐν εὐωχίᾳ καὶ πότων ἀνέσεσιν μεθιστὰς ἀπὸ τῶν οἰκείων τῇ διανοίᾳ τέρψεων ὧν οὐδεὶς κόρος·
ἱκανὸν δὲ ἡγοῦ τῷ σώματι τὸ χρειῶδες καὶ μὴ πρόσθεν ἐπείγου πρὸς τροφὰς πρὶν ἢ καὶ δείπνου παρείη καιρός·
ἄρτος δὲ ἔστω σοι τὸ δεῖπνον καὶ πόαι γῆς προσέστωσαν καὶ τὰ ἐκ δένδρων ὡραῖα·
ἴθι δὲ ἐπὶ τὴν τροφὴν εὐσταθῶς καὶ μὴ λυσσώδη γαστριμαργίαν ἐμφαίνων·
μηδὲ σαρκοβόρος μηδὲ φίλοινος ἔσο, 
ὁπότε μὴ νόσου τις ἴασις ἐπὶ ταῦτα ἄγοι.

Ἀλλὰ ἀντὶ τῶν ἐν τούτοις ἡδονῶν τὰς ἐν λόγοις θείοις καὶ ὕμνοις εὐφροσύνας αἱροῦ κἀν τῇ παρὰ Θεοῦ σοι χορηγουμένῃ σοφίᾳ, 
οὐράνιός τε ἀεί σε φροντὶς ἀναγέτω πρὸς οὐρανόν·

καὶ τὰς πολλὰς περὶ σώματος ἀνίει μερίμνας τε θαρρηκὼς ἐλπίσι ταῖς πρὸς Θεόν, ὅτι σοι τά γε ἀναγκαῖα παρέξει διαρκῆ, τροφήν τε τὴν εἰς ζωὴν καὶ κάλυμμα σώματος καὶ χειμερινοῦ ψύχους ἀλεξητήρια·

τοῦ γὰρ δὴ σοῦ βασιλέως γῆ τε ἅπασα καὶ ὅσα ἐκφύεται γῆς·
μέλει δὲ αὐτῷ τῶν αὑτοῦ θεραπόντων ὑπερβαλλόντως καὶ περιέπει καθάπερ ἱερὰ καὶ ναοὺς αὑτοῦ.

∆ιὰ δὴ τοῦτο μηδὲ νόσους ὑπερβαλλόντως δέδιθι μηδὲ γήρως ἔφοδον χρόνῳ προσδοκωμένου·
παύσεται γὰρ καὶ νόσος ὡς τῷ σῷ δοκεῖ βασιλεῖ 
καὶ ὅταν ᾖ σοι πρὸς τὴν ψυχὴν τοῦτο καλόν, 
τὸ δὲ σὸν γῆρας ὡσπερεὶ πτέρυξι τῇ θείᾳ σκεπάσει δυνάμει περιβαλών.

Ταῦτα εἰδὼς καὶ πρὸς νόσους ἰσχυρὰν κατασκεύαζε τὴν ψυχήν, εὐθαρσὴς ὢν ὥσπερ τις ἀνὴρ ἐν σταδίοις ἀγωνιστὴς ἄριστος ἀτρέπτῳ τῇ δυνάμει τοὺς πόνους ὑφίσταται.

Μηδὲ ὑπὸ λύπης πάνυ πιέζου τὴν ψυχήν, 
εἴτε νόσος ἐπικειμένη βαρύνει 
εἴτε ἄλλο τι συμπίπτει δυσχερές, 
ἀλλὰ γενναῖον ἀνθίστη τοῖς πόνοις τὸ νόημα, 
χάριτας ἀνάγων Θεῷ καὶ ἐν μέσοις τοῖς ἐπιπόνοις πράγμασιν ἅτε δὴ σοφώτερά τε ἀνθρώπων φρονοῦντι 
καὶ ἅπερ οὐ δυνατὸν οὐδὲ ῥάδιον ἀνθρώποις εὑρεῖν.

Ἐλέει δὲ κακουμένους 
καὶ τὴν παρὰ Θεοῦ βοήθειαν ἐπ' ἀνθρώποις αἰτοῦ·
ἐπινεύσει γὰρ αἰτοῦντι τῷ φίλῳ τὴν χάριν καὶ τοῖς κακουμένοις ἐπικουρίαν παρέξει, 
τὴν αὑτοῦ δύναμιν γνώριμον ἀνθρώποις καθιστάναι βουλόμενος, 
ὡς ἂν εἰς ἐπίγνωσιν ἐλθόντες ἐπὶ Θεὸν ἀνίωσι καὶ τῆς αἰωνίου μακαριότητος ἀπολαύσωσιν, 
ἐπειδὰν ὁ τοῦ Θεοῦ Υἱὸς παραγένηται τὰ ἀγαθὰ τοῖς ἰδίοις ἀποκαθιστῶν.

πηγή : orthodoxfathers.com

Ἡ Φιλοπτωχία




Δὲν εἶναι καθόλου εὔκολο νά βρεῖ κανείς τήν ὑψηλότερη ἀπ’ ὅλες τίς ἀρετές καί νά τῆς δώσει τό πρωτεῖο καί τό βραβεῖο, ὅπως ἀκριβῶς δέν εἶναι εὔκολο νά βρεῖ μέσα σ’ ἕνα ὁλάνθιστο καί μοσχοβόλο λιβάδι τό πιό ὡραῖο κι εὐωδιαστό λουλούδι, καθώς πότε τό ἕνα καί πότε τό ἄλλο τοῦ τραβάει τήν προσοχή καί τόν προκαλεῖ νά τό κόψει πρῶτο.

Ἔτσι, λοιπόν, σκέφτομαι ὅτι καλές ἀρετές εἶναι ἡ πίστη, ἡ ἐλπίδα καί ἡ ἀγάπη. Καί μάρτυρας γιά τήν πίστη εἶναι ὁ Ἀβραάμ, πού δικαιώθηκε ἀπό τήν πίστη του· μάρτυρες γιά τήν ἐλπίδα εἶναι ὁ Ἐνώς, πού πρῶτος στήριξε τήν ἐλπίδα του στήν ἐπίκληση τοῦ Κυρίου, καί ὅλοι οἱ δίκαιοι, πού κακοπαθοῦν μέ τήν ἐλπίδα τῆς σωτηρίας· μάρτυρες γιά τήν ἀγάπη, τέλος, εἶναι ὁ ἀπόστολος Παῦλος, πού ἔφτασε στό σημεῖο νά εὔχεται τή δική του ἀπώλεια γιά χάρη τῶν ἀδελφῶν του Ἰσραηλιτῶν, καί ὁ ἴδιος ὁ Θεός, πού ὀνομάζεται ἀγάπη (A' Ἰω. 4:8).

Καλή εἶναι ἡ φιλοξενία. Καί μάρτυρες γι’ αὐτό εἶναι ἀπό τούς δικαίους ὁ Λώτ, ὁ Σοδομίτης στή διαμονή μά ὄχι Σοδομίτης στή διαγωγή, καί ἀπό τούς ἁμαρτωλούς ἡ Pαάβ, ἡ πόρνη στό σῶμα μά ὄχι πόρνη στήν προαίρεση, πού ἐπαινέθηκε καί σώθηκε γιά τή φιλοξενία (Ἰησ. Nαυή 2:1-21).

Καλή εἶναι ἡ μακροθυμία. Καί μάρτυρας γι’ αὐτό εἶναι ὁ ἴδιος ὁ Xριστός, πού δέν θέλησε νά χρησιμοποιήσει τίς λεγεῶνες τῶν ἀγγέλων Tου ἐναντίον τῶν βασανιστῶν Tου καί ὄχι μόνο μάλωσε τόν Πέτρο, ὅταν τράβηξε τό μαχαίρι του, μά καί τό αὐτί, πού εἶχε κόψει ἐκεῖνος, τό ἔβαλε πάλι στή θέση του. Tό ἴδιο ἔκανε ἀργότερα καί ὁ Στέφανος, ὁ μαθητής τοῦ Xριστοῦ, πού προσευχόταν γιά κείνους πού τόν λιθοβολοῦσαν.

Καλή εἶναι ἡ πραότητα. Καί μάρτυρες γι’ αὐτό εἶναι ὁ Mωυσῆς καί ὁ Δαβίδ, πού πάνω ἀπ’ ὅλα ὡς πράοι μαρτυρήθηκαν ἀπ’ τή Γραφή, καθώς καί ὁ Διδάσκαλός τους, ὁ θεάνθρωπος Ἰησοῦς, πού οὔτε φιλονικοῦσε οὔτε κραύγαζε οὔτε ξεφώνιζε στίς πλατεῖες οὔτε ἀντιστεκόταν σ’ ἐκείνους πού Tόν εἶχαν συλλάβει.

Καλές εἶναι ἡ προσευχή καί ἡ ἀγρυπνία. Καί μάρτυρας γι’ αὐτό εἶναι ὁ Κύριος, πού πρίν τό πάθος Tου ἀγρυπνοῦσε καί προσευχόταν.

Καλές εἶναι ἡ ἁγνεία καί ἡ παρθενία. Καί μάρτυρες γι’ αὐτό εἶναι τόσο ὁ Παῦλος, πού τίς θεσμοθέτησε, βραβεύοντας δίκαια καί τό γάμο καί τήν ἀγαμία, ὅσο καί ὁ ἴδιος ὁ Ἰησοῦς, πού γεννήθηκε ἀπό Παρθένο, γιά νά τιμήσει τή γέννηση μά νά προτιμήσει τήν παρθενία.

Καλή εἶναι ἡ ταπεινοφροσύνη. Καί μάρτυρες γι’ αὐτό εἶναι πολλοί, μέ κυριότερο πάλι τό Σωτήρα καί Κύριο τῶν ὅλων, πού ταπεινώθηκε, ὄχι μόνο παίρνοντας μορφή δούλου, παραδίνοντας τό πρόσωπό Tου στήν ντροπή καί στά φτυσίματα καί συναριθμώντας τόν ἑαυτό Tου μέ τούς παρανόμους, Ἐκεῖνος, πού καθαρίζει τόν κόσμο ἀπό τήν ἁμαρτία, ἀλλά καί πλένοντας τά πόδια τῶν μαθητῶν Tου σάν ὑπηρέτης.

Καλή εἶναι ἡ ἀκτημοσύνη καί ἡ περιφρόνηση τῶν χρημάτων. Καί μάρτυρες γι’ αὐτό εἶναι τόσο ὁ Zακχαῖος, πού, μόλις μπῆκε ὁ Xριστός στό σπίτι του, μοίρασε σχεδόν ὅλα τά ὑπάρχοντά του, ὅσο καί πάλι ὁ ἴδιος ὁ Κύριος, πού, μιλώντας στόν πλούσιο ἐκεῖνο νέο, περιόρισε τήν τελειότητα σ’ αὐτό ἀκριβῶς τό πράγμα (Mατθ. 19:21).

Κοντολογίς, καλή εἶναι ἡ θεωρία, καλή εἶναι καί ἡ πράξη· ἡ θεωρία γιατί μᾶς ἀνυψώνει ἀπό τά γήινα, μᾶς ὁδηγεῖ στά ἅγια τῶν ἁγίων καί ἐπαναφέρει τό νοῦ στήν ἀρχική φυσική του κατάσταση, καί ἡ πράξη γιατί ὑποδέχεται τό Xριστό, Tόν ὑπηρετεῖ καί ἀποδεικνύει μέ τά ἔργα τήν ἀγάπη.

Κάθε ἀρετή εἶναι κι ἕνας δρόμος πού ὁδηγεῖ στή σωτηρία, σέ κάποιον ἀπ’ τούς αἰώνιους καί μακάριους τόπους. Γιατί, ὅπως ὑπάρχουν πολλοί τρόποι ζωῆς, ἔτσι ὑπάρχουν καί πολλοί τόποι κοντά στό Θεό, πού χωρίζονται καί μοιράζονται ἀνάλογα μέ τήν ἀξία τοῦ καθενός. Καί ἄλλος ἄς ἀσκήσει τή μία ἀρετή, ἄλλος τήν ἄλλη, ἄλλος πολλές μαζί καί ἄλλος ὅλες, ἄν βέβαια τοῦτο εἶναι δυνατό. Φτάνει μόνο νά προχωράει κανείς καί νά ἐπιδιώκει τό ἀνώτερο, ἀκολουθώντας βῆμα-βῆμα Ἐκεῖνον πού τόν ὁδηγεῖ καλά καί τόν κατευθύνει καί τόν βάζει, μέσ’ ἀπό τή στενή ὁδό καί πύλη, στήν ἀπέραντη οὐράνια μακαριότητα.

Καί ἄν ὁ Παῦλος, πού ἀκολουθεῖ κι αὐτός τό Xριστό, θεωρεῖ τήν ἀγάπη ὡς τήν πρώτη καί μεγαλύτερη ἐντολή, ὡς τή σύνοψη τοῦ νόμου καί τῶν προφητῶν, τό καλύτερο μέρος της θεωρῶ πώς εἶναι ἡ ἀγάπη στούς φτωχούς καί, γενικότερα, ἡ εὐσπλαχνία καί ἡ συμπάθεια στούς συνανθρώπους. Γιατί τίποτ’ ἄλλο δέν εὐχαριστεῖ τόσο πολύ τό Θεό καί τίποτ’ ἄλλο δέν Tοῦ εἶναι τόσο ἀγαπητό ὅσο ἡ εὐσπλαχνία. Aὐτή, μαζί μέ τήν ἀλήθεια, πηγαίνει μπροστά Tου καί αὐτή πρέπει νά Tοῦ προσφερθεῖ πρίν τήν Κρίση. Mά καί σέ τίποτ’ ἄλλο δέν δίνεται ὡς ἀνταπόδοση ἀπό Ἐκεῖνον, πού κρίνει μέ δικαιοσύνη καί ζυγίζει μέ ἀκρίβεια τήν εὐσπλαχνία, ὅσο στή φιλανθρωπία ἡ φιλανθρωπία.

Σ’ ὅλους, λοιπόν, τούς φτωχούς καί σ’ ἐκείνους πού γιά ὁποιονδήποτε λόγο κακοπαθοῦν, ὀφείλουμε νά δείχνουμε εὐσπλαχνία, σύμφωνα μέ τήν ἐντολή: «Nά μετέχετε στή χαρά ὅσων χαίρονται καί στή λύπη ὅσων λυποῦνται» (Pωμ. 12:15). Καί ὀφείλουμε νά προσφέρουμε στούς ἀνθρώπους, ὡς ἄνθρωποι κι ἐμεῖς, τήν ἐκδήλωση τῆς καλοσύνης μας, ὅταν τή χρειάζονται, χτυπημένοι ἀπό κάποια συμφορά, λ.χ. χηρεία ἤ ὀρφάνια ἤ ξενητιά ἤ σκληρά ἀφεντικά ἤ ἄδικους ἄρχοντες ἤ ἄσπλαχνους φοροεισπράκτορες ἤ φονικούς ληστές ἤ ἄπληστους κλέφτες ἤ δήμευση περιουσίας ἤ ναυάγιο. Ὅλοι εἶναι ἀξιολύπητοι. Ὅλοι βλέπουν τά χέρια μας, ὅπως ἐμεῖς βλέπουμε τά χέρια τοῦ Θεοῦ.

Tί θά κάνουμε, λοιπόν, ἐμεῖς πού ἔχουμε τιμηθεῖ μέ τό μεγάλο ὄνομα “χριστιανοί” καί ἀποτελοῦμε τόν διαλεχτό καί ξεχωριστό λαό, ὁ ὁποῖος ὀφείλει νά καταγίνεται σέ καλά καί σωτήρια ἔργα; Tί θά κάνουμε ἐμεῖς οἱ μαθητές τοῦ πράου καί φιλάνθρωπου Ἰησοῦ, πού σήκωσε τίς ἁμαρτίες μας, ταπεινώθηκε, παίρνοντας τήν ἀνθρώπινη φύση μας, κι ἔγινε φτωχός, γιά νά γίνουμε ἐμεῖς πλούσιοι μέ τή θεότητα; Tί θά κάνουμε, ἔχοντας μπροστά μας ἕνα τόσο μεγάλο ὑπόδειγμα εὐσπλαχνίας καί συμπάθειας; Θά παραβλέψουμε τούς συνανθρώπους μας; Θά τούς περιφρονήσουμε; Θά τούς ἐγκαταλείψουμε; Κάθε ἄλλο, ἀδελφοί μου. Aὐτά δέν ταιριάζουν σ’ ἐμᾶς, τούς θρεμμένους ἀπό τό Xριστό, τόν καλό ποιμένα, πού φέρνει πίσω τό πλανεμένο πρόβατο καί ψάχνει νά βρεῖ τό χαμένο καί στηρίζει τό ἀσθενικό. Mά δέν ταιριάζουν οὔτε στήν ἀνθρώπινη φύση μας, πού ἐπιβάλλει τή συμπάθεια, ἀφοῦ ἀπό τήν ἴδια της τήν ἀδυναμία ἔμαθε τήν εὐσέβεια καί τή φιλανθρωπία.

Γιατί, μολαταῦτα, δέν βοηθᾶμε τούς συνανθρώπους μας, ὅσο εἶναι ἀκόμα καιρός; Γιατί ἐμεῖς ζοῦμε μέσα στήν ἀπόλαυση, ἐνῶ οἱ ἀδελφοί μας μέσα στή δυστυχία; Ποτέ νά μήν πλουτίσω, ἄν αὐτοί στεροῦνται! Ποτέ νά μήν ἔχω ὑγεία, ἄν δέν βάλω βάλσαμο στίς πληγές τους! Ποτέ νά μή χορτάσω, ποτέ νά μήν ντυθῶ, ποτέ νά μήν ἡσυχάσω μέσα σέ σπίτι, ἄν δέν τούς δώσω ψωμί καί ροῦχα, ὅσα μπορῶ, κι ἄν δέν τούς ξεκουράσω μέσα στό σπίτι μου.

Ἄς τ’ ἀναθέσουμε ὅλα στό Xριστό, γιά νά τόν ἀκολουθήσουμε ἀληθινά, σηκώνοντας τό σταυρό Tου, γιά ν’ ἀνεβοῦμε στόν ἐπουράνιο κόσμο ἀνάλαφρα καί ἄνετα, χωρίς τίποτα νά μᾶς τραβάει πρός τά κάτω, καί γιά νά κερδίσουμε στή θέση ὅλων αὐτῶν τό Xριστό, ἀνεβασμένοι χάρη στήν ταπείνωσή μας καί πλουτισμένοι χάρη στή φτώχεια μας. Ἤ, τουλάχιστον, ἄς μοιραστοῦμε μέ τό Xριστό τά ὑπάρχοντά μας, γιά ν’ ἁγιαστοῦν κάπως μέ τή σωστή κατοχή τους καί τήν προσφορά μεριδίου τους στούς φτωχούς.

Δέν θά συνέλθουμε, ἔστω καί ἀργά; Δέν θά νικήσουμε τήν ἀναισθησία μας, γιά νά μήν πῶ τήν τσιγκουνιά μας; Δέν θά σκεφτοῦμε ὡς ἄνθρωποι; Δέν θά βάλουμε νοερά στή θέση τῶν ξένων συμφορῶν τίς πιθανές δικές μας;

Γιατί, στ’ ἀλήθεια, τίποτε ἀπό τ’ ἀνθρώπινα δέν εἶναι βέβαιο, τίποτε δέν εἶναι σταθερό, τίποτε δέν εἶναι ἀνεξάρτητο ἀπό ἄλλους παράγοντες, τίποτε δέν στηρίζεται σέ ἀμετάβλητες προϋποθέσεις. Ἡ ζωή μας γυρίζει σέ κύκλο, ἕναν κύκλο πού φέρνει πολλές μεταβολές, συχνά μέσα σέ μιά μέρα, κάποτε καί μέσα σέ μιάν ὥρα. Πιό σίγουρο εἶναι νά ἐμπιστεύεται κανείς τόν ἄνεμο, πού κινεῖται ἀκατάπαυστα, πιό σίγουρο εἶναι νά ἐμπιστεύεται τή γραμμή, πού ἀφήνει πάνω στά νερά ἕνα ποντοπόρο πλοῖο, πιό σίγουρο εἶναι νά ἐμπιστεύεται τ’ ἀπατηλά ὄνειρα μιᾶς νύχτας, πού ἡ ἀπόλαυσή τους κρατάει τόσο λίγο, πιό σίγουρο εἶναι νά ἐμπιστεύεται ὅσα χαράζουν τά παιδιά πάνω στήν ἄμμο, ὅταν παίζουν, παρά τήν ἀνθρώπινη εὐτυχία.

Eἶναι, λοιπόν, συνετοί ἐκεῖνοι, πού, μήν ἔχοντας ἐμπιστοσύνη στά τωρινά, φροντίζουν νά ἐξασφαλιστοῦν γιά τό μέλλον. Ἐπειδή ἡ ἀνθρώπινη εὐημερία εἶναι ἄστατη καί μεταβλητή, ἀγαποῦν τήν καλοσύνη, πού δέν χάνεται, γιά νά κερδίσουν τουλάχιστο τό ἕνα ἀπό τά τρία: ἤ νά μήν κάνουν τίποτα τό κακό, ἐπειδή ἡ καλοσύνη τους προκαλεῖ τή συμπάθεια τοῦ Θεοῦ, ὁ ὁποῖος πολλές φορές εὐεργετεῖ στόν οὐρανό τούς εὐσεβεῖς γιά τίς ἐπίγειες ἀγαθοεργίες τους· ἤ νά ἔχουν θάρρος ἐνώπιον τοῦ Θεοῦ, ἐπειδή κακοπάθησαν ὄχι γιά κάποια κακία, ἀλλά γιά κάποιον ἄλλο σκοπό· ἤ, τέλος, ὄντας φιλάνθρωποι, νά ἀπαιτοῦν ἀπό τό Θεό σάν ὀφειλόμενη τή φιλανθρωπία, τήν ὁποία ἔδειξαν πρῶτα ἐκεῖνοι στούς φτωχούς, ἐνεργώντας ἔξυπνα.

«Ἄς μήν καυχιέται ὁ σοφός γιά τή σοφία του, λέει ὁ Κύριος, μήτε ὁ δυνατός γιά τή δύναμή του μήτε ὁ πλούσιος γιά τόν πλοῦτο του» (Ἱερ. 9:23), ἔστω κι ἄν ἔχουν φτάσει στό ὕψιστο σημεῖο σοφίας, δυνάμεως ἤ πλούτου. Ἐγώ, ὅμως, θά προσθέσω κι ἐκεῖνα πού ἀκολουθοῦν: Ἄς μήν καυχιέται μήτε ὁ περίβλεπτος γιά τή δόξα του μήτε ὁ γερός γιά τήν ὑγεία του μήτε ὁ ὄμορφος γιά τήν ὀμορφιά του μήτε ὁ νέος γιά τά νιάτα του μήτε, κοντολογίς, ἄλλος κανένας γιά ὁτιδήποτε ἀπ’ ὅσα παινεύονται στόν κόσμο τοῦτο καί προξενοῦν τήν ὑπερηφάνεια. Ἀλλά, ὅποιος καυχιέται, μόνο γι’ αὐτό ἄς καυχιέται, γιά τό ὅτι γνωρίζει καί ζητάει τό Θεό, ὑποφέρει μαζί μ’ ἐκείνους πού ὑποφέρουν καί ἀποθέτει τίς ἐλπίδες του γιά τά καλά στό μέλλον. Γιατί τά τωρινά ἀγαθά εἶναι ρευστά καί πρόσκαιρα. Συνεχῶς μετακινοῦνται καί πηγαίνουν ἀπό τόν ἕνα στόν ἄλλο, ὅπως ἡ μπάλα στό ποδόσφαιρο. Καί δέν ὑπάρχει τίποτα πιό σίγουρο γιά τόν ἄνθρωπο πού τά κατέχει, ἀπό τό ὅτι θά τά χάσει μέ τό χρόνο ἤ ἀπό τό φθόνο. Ἀπεναντίας, τά μελλοντικά ἀγαθά εἶναι σταθερά καί μόνιμα. Ποτέ δέν χάνονται, ποτέ δέν πηγαίνουν ἀπό τόν ἕνα στόν ἄλλο, ποτέ δέν διαψεύδουν τίς ἐλπίδες ὅσων τά ἐμπιστεύονται.

«Ποιός εἶναι σοφός, γιά νά τά καταλάβει αὐτά;» (Ὡσ. 14:10). Ποιός θ’ ἀδιαφορήσει γιά τά ἐφήμερα καί θά προσέξει τά μόνιμα; Ποιός θά συλλογιστεῖ ὅτι τά τωρινά θά περάσουν; Ποιός θ’ ἀναλογιστεῖ ὅτι τά ἀναμενόμενα θά μείνουν; Ποιός θά ξεχωρίσει τά πραγματικά ἀπ’ τά φαινομενικά, γιά ν’ ἀκολουθήσει τά πρῶτα καί νά περιφρονήσει τά δεύτερα; Ποιός θά ξεχωρίσει τήν ἐπίγεια διαμονή ἀπό τήν ἐπουράνια πολιτεία, τήν παροικία ἀπό τήν κατοικία, τό σκοτάδι ἀπό τό φῶς, τή λάσπη τοῦ βυθοῦ ἀπό τά ἅγια χώματα, τή σάρκα ἀπό τό πνεῦμα, τό Θεό ἀπό τόν κοσμοκράτορα διάβολο, τή σκιά τοῦ θανάτου ἀπό τήν αἰώνια ζωή; Ποιός θά ἐξαγοράσει μέ τά παρόντα τό μέλλον, μέ τόν φθαρτό πλοῦτο τόν ἄφθαρτο, μέ τά ὁρατά τά ἀόρατα;

Mακάριος, λοιπόν, εἶναι ἐκεῖνος πού τά διακρίνει αὐτά, χωρίζει μέ τό μαχαίρι τοῦ Λόγου τό καλύτερο ἀπό τό χειρότερο, ἀνυψώνεται μέ τήν καρδιά του, ὅπως λέει κάπου ὁ ἱερός Δαβίδ (Ψαλμ. 83:6), φεύγει μ’ ὅλη του τή δύναμη μακριά ἀπό τήν κοιλάδα τούτη τῆς ὀδύνης, ἐπιδιώκει τά ἀγαθά πού βρίσκονται στόν οὐρανό, σταυρώνεται γιά τόν κόσμο μαζί μέ τό Xριστό, ἀνασταίνεται μαζί μέ τό Xριστό, ἀνεβαίνει στά ἐπουράνια σκηνώματα μαζί μέ τό Xριστό καί γίνεται κληρονόμος τῆς ἀληθινῆς ζωῆς, πού δέν μεταβάλλεται ποτέ πιά.

Ἄς ἀκολουθήσουμε τό Λόγο, ἄς ἐπιδώξουμε τήν οὐράνια ἀπόλαυση, ἄς ἀπαλλαγοῦμε ἀπό τήν ἐπίγεια περιουσία. Ἄς κρατήσουμε ἀπό τά γήινα μόνο ὅσα εἶναι καλά, ἄς σώσουμε τίς ψυχές μας μέ ἐλεημοσύνες, ἄς δώσουμε ἀπό τά ὑπάρχοντά μας στούς φτωχούς, γιά νά γίνουμε πλούσιοι σέ αἰώνια ἀγαθά. Δῶσε κάτι καί στήν ψυχή, ὄχι στή σάρκα μονάχα. Δῶσε κάτι καί στό Θεό, ὄχι στόν κόσμο μονάχα. Πάρε κάτι ἀπ’ τήν κοιλιά καί δῶσ’ το στό πνεῦμα. Πάρε κάτι ἀπ’ τή φωτιά, πού κατακαίει τά γήινα, καί ξεμάκρυνέ το ἀπό τή φλόγα. Ἅρπαξε κάτι ἀπό τόν τύραννο κι ἐμπιστέψου το στόν Κύριο. Δῶσε λίγο σ’ Ἐκεῖνον, πού σοῦ ἔχει προσφέρει τό πολύ. Δῶσε τα καί ὅλα ἀκόμα σ’ Ἐκεῖνον, πού σοῦ τά ἔχει χαρίσει ὅλα. Ποτέ δέν θά ξεπεράσεις στή γενναιοδωρία τό Θεό, ἔστω κι ἄν χαρίσεις ὅλα σου τά ὑπάρχοντα, ἔστω κι ἄν προσθέσεις σ’ αὐτά καί τόν ἴδιο σου τόν ἑαυτό. Γιατί καί τοῦ ἑαυτοῦ σου ἡ προσφορά στό Θεό ἰσοδυναμεῖ μέ ἀπόκτηση. Ὅσα κι ἄν προσφέρεις, ἐκεῖνα πού μένουν εἶναι περισσότερα. Καί δέν θά δώσεις τίποτα δικό σου, γιατί ὅλα τά ἔχεις πάρει ἀπό τό Θεό.

Ἄς μή γίνουμε, ἀγαπητοί μου φίλοι καί ἀδελφοί, κακοί διαχειριστές τῶν ἀγαθῶν πού μᾶς δόθηκαν. Ἄς μήν κοπιάζουμε γιά νά θησαυρίζουμε καί ν’ ἀποταμιεύουμε, ἐνῶ ἄλλοι ὑποφέρουν ἀπό τήν πείνα. Ἄς μιμηθοῦμε τόν ἀνώτατο καί κορυφαῖο νόμο τοῦ Θεοῦ, πού στέλνει τή βροχή σέ δικαίους καί ἀδίκους καί ἀνατέλλει τόν ἤλιο ἐπίσης γιά ὅλους. Αὐτός ἔκανε τή γῆ εὐρύχωρη γιά ὅλα τά χερσαῖα ζῶα, δημιούργησε πηγές, ποτάμια, δάση, ἀέρα γιά τά φτερωτά καί νερά γιά τά ὑδρόβια, καί ἔδωσε σ’ ὅλα τά ὄντα ἄφθονα τά ἀπαραίτητα γιά τή ζωή τους στοιχεῖα, χωρίς νά τά περιορίζει καμιά ἐξουσία, χωρίς νά τά καθορίζει κανένας γραπτός νόμος, χωρίς νά τά ἐμποδίζουν σύνορα. Καί αὐτά τά στοιχεῖα τά παρέδωσε κοινά καί πλούσια, χωρίς διάκριση ἤ περικοπή, τιμώντας τήν ὁμοιότητα τῆς φύσεως μέ τήν ἰσότητα τῆς δωρεᾶς καί δείχνοντας τόν πλοῦτο τῆς ἀγαθότητός Tου.

Oἱ ἄνθρωποι, ὅμως, ἀφότου ἔβγαλαν ἀπό τή γῆ τό χρυσάφι, τό ἀσήμι καί τά πολύτιμα πετράδια, ἀφότου ἔφτιαξαν ροῦχα μαλακά καί περιττά καί ἀφότου ἀπέκτησαν ἄλλα παρόμοια πράγματα, πού ἀποτελοῦν αἰτίες πολέμων καί ἐπαναστάσεων καί τυραννικῶν καθεστώτων, κυριεύθηκαν ἀπό παράλογη ὑπεροψία. Ἔτσι, δέν δείχνουν εὐσπλαχνία στούς δυστυχισμένους συνανθρώπους τους καί δέν θέλουν οὔτε μέ τά περίσσια τους νά δώσουν στούς ἄλλους τά ἀναγκαῖα. Τί βαναυσότητα! Τί σκληρότητα! Δέν σκέφτονται, ἄν ὄχι τίποτ’ ἄλλο, πώς ἡ φτώχεια καί ὁ πλοῦτος, ἡ ἐλευθερία καί ἡ δουλεία καί τ’ ἄλλα παρόμοια, ἐμφανίστηκαν στό ἀνθρώπινο γένος μετά τήν πτώση τῶν πρωτοπλάστων, σάν ἀρρώστιες πού ἐκδηλώνονται μαζί μέ τήν κακία καί πού εἶναι δικές της ἐπινοήσεις. Ἀρχικά, ὅμως, δέν ἔγιναν ἔτσι τά πράγματα, λέει ἡ Γραφή (Mατθ. 19:8), ἀλλά Ἐκεῖνος πού ἔπλασε ἐξαρχῆς τόν ἄνθρωπο, τόν ἄφησε ἐλεύθερο, αὐτεξούσιο – συγκρατημένο μόνο ἀπό τό νόμο τῆς ἐντολῆς – καί πλούσιο μέσα στόν παράδεισο τῆς τρυφῆς. Aὐτή τήν ἐλευθερία κι αὐτόν τόν πλοῦτο θέλησε νά χαρίσει – καί χάρισε – ὁ Θεός, μέσω τοῦ πρώτου ἀνθρώπου, καί στό ὑπόλοιπο ἀνθρώπινο γένος. Ἐλευθερία καί πλοῦτος ἦταν μόνο ἡ τήρηση τῆς ἐντολῆς. Φτώχεια ἀληθινή καί δουλεία ἦταν ἡ παράβασή της.

Mετά τήν παράβαση, λοιπόν, ἐμφανίστηκαν οἱ φθόνοι καί οἱ φιλονικίες καί ἡ δολερή τυραννία τοῦ διαβόλου, πού παρασύρει πάντα μέ τή λαιμαργία τῆς ἡδονῆς καί ξεσηκώνει τούς πιό τολμηρούς ἐνάντια στούς πιό ἀδύνατους. Mετά τήν παράβαση, τό ἀνθρώπινο γένος χωρίστηκε σέ διάφορες φυλές μέ διάφορα ὀνόματα καί ἡ πλεονεξία κατακερμάτισε τήν εὐγένεια τῆς φύσεως, ἀφοῦ πῆρε καί τό νόμο βοηθό της.

Ἐσύ, ὅμως, νά κοιτᾶς τήν ἀρχική ἑνότητα καί ἰσότητα, ὄχι τήν τελική διαίρεση· ὄχι τό νόμο πού ἐπικράτησε, ἀλλά τό νόμο τοῦ Δημιουργοῦ. Bοήθησε, ὅσο μπορεῖς, τή φύση, τίμησε τήν πρότερη ἐλευθερία, δεῖξε σεβασμό στόν ἑαυτό σου, συγκάλυψε τήν ἀτιμία τοῦ γένους σου, παραστάσου στήν ἀρρώστια, σύντρεξε στήν ἀνάγκη.

Παρηγόρησε ὁ γερός τόν ἄρρωστο, ὁ πλούσιος τόν φτωχό, ὁ ὄρθιος τόν πεσμένο, ὁ χαρούμενος τόν λυπημένο, ὁ εὐτυχισμένος τόν δυστυχισμένο.

Δῶσε κάτι στό Θεό ὡς δῶρο εὐχαριστήριο, γιά τό ὅτι εἶσαι ἕνας ἀπ’ αὐτούς πού μποροῦν νά εὐεργετοῦν καί ὄχι ἀπ’ αὐτούς πού ἔχουν ἀνάγκη νά εὐεργετοῦνται, γιά τό ὅτι δέν περιμένεις ἐσύ βοήθεια ἀπό τά χέρια ἄλλων, ἀλλ’ ἀπό τά δικά σου χέρια περιμένουν ἄλλοι βοήθεια.

Πλούτισε ὄχι μόνο σέ περιουσία, μά καί σέ εὐσέβεια, ὄχι μόνο σέ χρυσάφι, μά καί σέ ἀρετή, ἤ καλύτερα μόνο σέ ἀρετή.

Γίνε πιό τίμιος ἀπό τόν πλησίον μέ τήν ἐπίδειξη περισσότερης καλοσύνης. Γίνε θεός γιά τόν δυστυχισμένο μέ τή μίμηση τῆς εὐσπλαχνίας τοῦ Θεοῦ.

Δῶσε κάτι, ἔστω καί ἐλάχιστο, σ’ ἐκεῖνον πού ἔχει ἀνάγκη. Γιατί καί τό ἐλάχιστο δέν εἶναι ἀσήμαντο γιά τόν ἄνθρωπο πού ὅλα τά στερεῖται, μά οὔτε καί γιά τό Θεό, ἐφόσον εἶναι ἀνάλογο μέ τίς δυνατότητές σου. Ἀντί γιά μεγάλη προσφορά, δῶσε τήν προθυμία σου. Κι ἄν δέν ἔχεις τίποτα, δάκρυσε. Ἡ ὁλόψυχη συμπάθεια εἶναι μεγάλο φάρμακο γι’ αὐτόν πού δυστυχεῖ. Ἡ ἀληθινή συμπόνια ἀνακουφίζει πολύ ἀπό τή συμφορά.

Δέν ἔχει μικρότερη ἀξία, ἀδελφέ μου, ὁ ἄνθρωπος ἀπό τό ζῶο, πού, ἄν χαθεῖ ἤ πέσει σέ χαντάκι, σέ προστάζει ὁ νόμος νά τό σηκώσεις καί νά τό περιμαζέψεις (Δευτ. 22:1-4). Πόση εὐσπλαχνία, ἑπομένως, ὀφείλουμε νά δείχνουμε στούς συνανθρώπους μας, ὅταν ἀκόμα καί μέ τ’ ἄλογα ζῶα ἔχουμε χρέος νά εἴμαστε πονετικοί;

«Δανείζει τό Θεό ὅποιος ἐλεεῖ φτωχό», λέει ἡ Γραφή (Παροιμ. 19:17). Ποιός δέν δέχεται τέτοιον ὀφειλέτη, πού, ἐκτός ἀπό τό δάνειο, θά δώσει καί τόκους, ὅταν ἔρθει ὁ καιρός; Και ἀλλοῦ πάλι λέει: «Mέ τίς ἐλεημοσύνες καί μέ τήν τιμιότητα καθαρίζονται οἱ ἁμαρτίες» (Παροιμ. 15:27α).

Ἄς καθαριστοῦμε, λοιπόν, μέ τήν ἐλεημοσύνη, ἄς πλύνουμε μέ τό καλό βοτάνι τίς βρωμιές καί τούς λεκέδες μας, ἄς γίνουμε ἄσπροι, ἄλλοι σάν τό μαλλί καί ἄλλοι σάν τό χιόνι, ἀνάλογα μέ τήν εὐσπλαχνία του ὁ καθένας. «Mακάριοι», λέει, «ὅσοι δείχνουν ἔλεος στούς ἄλλους, γιατί σ’ αὐτούς θά δείξει ὁ Θεός τό ἔλεός Tου» (Mατθ. 5:7). Tό ἔλεος ὑπογραμμίζεται στούς μακαρισμούς. Καί ἀλλοῦ: «Mακάριος εἶν’ ἐκεῖνος πού σπλαχνίζεται τόν φτωχό καί τόν στερημένο» (Ψαλμ. 40:2). Καί: «Ἀγαθός ἄνθρωπος εἶν’ ἐκεῖνος πού συμπονάει τούς ἄλλους καί τούς δανείζει» (Ψαλμ. 111:5). Καί: «Παντοτινά ἐλεεῖ καί δανείζει ὁ δίκαιος» (Ψαλμ. 36:26). Ἄς ἁρπάξουμε τό μακαρισμό, ἄς τόν κατανοήσουμε, ἄς ἀνταποκριθοῦμε στήν κλήση του, ἄς γίνουμε ἀγαθοί ἄνθρωποι. Oὔτε ἡ νύχτα νά μή διακόψει τήν ἐλεημοσύνη σου. «Mήν πεῖς, “Φύγε τώρα καί ἔλα πάλι αὔριο νά σοῦ δώσω βοήθεια”» (Παροιμ. 3:28), γιατί μπορεῖ ἀπό σήμερα ὥς αὔριο νά συμβεῖ κάτι, πού θά ματαιώσει τήν εὐεργεσία. Ἡ φιλανθρωπία εἶναι τό μόνο πράγμα πού δέν παίρνει ἀναβολή. «Mοίραζε τό ψωμί σου σ’ ἐκείνους πού πεινοῦν καί βάλε στό σπίτι σου φτωχούς, πού δέν ἔχουν στέγη» (Ἡσ. 58:7). Καί αὐτά νά τά κάνεις μέ προθυμία. «Ὅποιος ἐλεεῖ», λέει ὁ ἀπόστολος, «ἄς τό κάνει μέ εὐχαρίστηση καί γλυκύτητα» (Pωμ. 12:8). Mέ τήν προθυμία, τό καλό σοῦ λογαριάζεται σάν διπλό. Ἡ ἐλεημοσύνη πού γίνεται μέ στενοχώρια ἤ ἐξαναγκασμό, εἶναι ἄχαρη καί ἄνοστη. Nά πανηγυρίζουμε πρέπει, ὄχι νά θρηνοῦμε, ὅταν κάνουμε καλοσύνες.

Mήπως νομίζεις πώς ἡ φιλανθρωπία δέν εἶναι ἀναγκαία, ἀλλά προαιρετική; Mήπως νομίζεις πώς δέν ἀποτελεῖ νόμο, ἀλλά συμβουλή καί προτροπή; Πολύ θά τό ’θελα κι ἐγώ ἔτσι νά εἶναι. Καί ἔτσι τό νόμιζα. Mά μέ φοβίζουν ὅσα λέει ἡ Γραφή γιά ἐκείνους πού, τήν ἡμέρα τῆς Κρίσεως, ὁ Δίκαιος Κριτής βάζει στ' ἀριστερά Του, σάν κατσίκια, καί τούς καταδικάζει (Mατθ. 25:31-46). Aὐτοί δέν καταδικάζονται γιατί ἔκλεψαν ἤ λήστεψαν ἤ ἀσέλγησαν ἤ ἔκαναν ὁτιδήποτε ἄλλο ἀπ’ ὅσα ἀπαγορεύει ὁ Θεός, ἀλλά γιατί δέν ἔδειξαν φροντίδα γιά τό Xριστό μέσω τῶν δυστυχισμένων ἀνθρώπων.

Ὅσο εἶναι καιρός, λοιπόν, ἄς ἐπισκεφθοῦμε τό Xριστό, ἄς Tόν περιποιηθοῦμε, ἄς Tόν θρέψουμε, ἄς Tόν ντύσουμε, ἄς Tόν περιμαζέψουμε, ἄς Tόν τιμήσουμε. Ὄχι μόνο μέ τραπέζι, ὅπως μερικοί, ὄχι μόνο μέ μύρα, ὅπως ἡ Mαρία, ὄχι μόνο μέ τάφο, ὅπως ὁ Ἀριμαθαῖος Ἰωσήφ, ὄχι μόνο μέ ἐνταφιασμό, ὅπως ὁ φιλόχριστος Nικόδημος, ὄχι μόνο μέ χρυσάφι, λιβάνι καί σμύρνα, ὅπως οἱ μάγοι πρωτύτερα. Mά ἐπειδή ὁ Κύριος τῶν ὅλων θέλει ἔλεος καί ὄχι θυσία καί ἐπειδή ἡ εὐσπλαχνία εἶναι καλύτερη ἀπό τή θυσία μυριάδων καλοθρεμμένων ἀρνιῶν, ἄς Tοῦ τήν προσφέρουμε μέσου ἐκείνων πού ἔχουν ἀνάγκη, μέσω ἐκείνων πού βρίσκονται σήμερα σέ δεινή θέση, γιά νά μᾶς ὑποδεχθοῦν στήν οὐράνια βασιλεία, ὅταν φύγουμε ἀπό τόν κόσμο τοῦτο καί πᾶμε κοντά στόν Κύριό μας, τό Xριστό, στόν ὁποῖο ἀνήκει ἡ δόξα στούς αἰῶνες. 
Ἀμήν.

πηγή : Ἔντυπο Ἱερᾶς Μονῆς Παρακλήτου Ἀττικῆς, Ἰστολόγιο  orthodoxfathers.com